11
καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
11
οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
11
ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
11
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
11
ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
11
ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
11
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
11
χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
11
αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
11
ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
11
Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
11
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
11
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
11
Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
11
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
11
μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
11
φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
11
οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
11
φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
11
ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
11
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
11
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
11
παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
11
ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
11
γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις·
11
ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
11
ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,
11
εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
11
ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
11
κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·