Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
11 τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ,
11 οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
11 συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
11 τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
11 πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
11 πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
11 ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
11 τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
11 ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς.
11 ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
11 ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος,
11 ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα
11 λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
11 τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο;
11 αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
11 ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
11 καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
11 καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
11 ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα,
11 ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
11 αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ
11 ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν.
11 ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
11 ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.
11 νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι,
11 αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται,
11 ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
11 ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
11 ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν.
11 ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi