Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
13 ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
13 τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
13 καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
13 ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
13 χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
13 οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
13 οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
13 σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
13 ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
13 αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
13 ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
13 Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
13 πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
13 ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
13 Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
13 σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
13 ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
13 ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
13 αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
13 ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
13 ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
13 τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
13 ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
13 Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
13 εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
13 αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
13 ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
13 δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
13 λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
13 ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi