Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
1 καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,
1 τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
1 τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ
1 ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
1 λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
1 κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·
1 ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα,
1 Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·
1 ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
1 Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν,
1 ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος·
1 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1 ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
1 καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
1 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1 αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
1 καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,
1 χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
1 οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,
1 καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi