Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
13 σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν
13 οὔρεα καὶ δρυμούς, τὰ δʼ Ἰήσονος ὕστερα πάντʼ ἦς.
13 ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
13 ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
13 Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει
13 μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
13 οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται·
13 Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
13 οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
13 πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.

Κυνίσκας Ἔρως ἢ Θυώνιχος.

14 χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.
14 ἀλλὰ τὺ ταὐτά,
14 Αἰσχίνα.
14 ὡς χρόνιος.
14 χρόνιος; τί δέ τοι τὸ μέλημα;
14 πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.
14 ταῦτʼ ἄρα λεπτός,
14 χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
14 τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
14 ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.
14 ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
14 παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα
14 ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
14 τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
14 πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν.
14 ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
14 Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
14 ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
14 θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi