Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
14 εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
14 βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
14 ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον
14 ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
14 ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
14 ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν;
14 οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε,
14 κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
14 ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
14 εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
14 τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
14 χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς·
14 οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
14 ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
14 χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,
14 Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
14 ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ
14 παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
14 τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
14 ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
14 ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
14 ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
14 θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.
14 μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
14 ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
14 ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
14 ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.
14 αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν.
14 εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι,
14 σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi