Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
15 ἔχει κάλλιστα.
15 καθίζευ.
15 ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην
15 Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
15 παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
15 ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.
15 ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν
15 ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
15 ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
15 μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
15 τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.
15 θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
15 αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
15 καλὸς ἀπφῦς.
15 ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην
15 πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
15 ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
15 χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
15 ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
15 πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.
15 ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
15 βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
15 θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
15 κοσμεῖν τὰν βασίλισσαν.
15 ἐν ὀλβίω ὄλβια πάντα.
15 ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
15 ἕρπειν ὥρα κʼ εἴη.
15 ἀεργοῖς αἰὲν ἑορτά.
15 Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε
15 θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi