Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
15 κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.
15 ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε.
15 ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
15 παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
15 ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν.
15 Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
15 τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ;
15 μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
15 ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
15 ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
15 τοῦτο κάλʼ εἶπες.
15 τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
15 ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.
15 δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
15 ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
15 τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.—
15 ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
15 χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
15 πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
15 ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς
15 δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
15 οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
15 ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
15 ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
15 ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
15 ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς
15 Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
15 ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
15 θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
15 τοὶ δʼ ἔβαν ἐς χώραν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi