Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
15 καὐτὰ συναγείρομαι ἤδη.
15 ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
15 ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
15 ἐξ αὐλᾶς ὦ μᾶτερ;
15 ἐγὼν ὦ τέκνα.
15 παρενθεῖν
15 εὐμαρές;
15 ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
15 καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.
15 χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
15 πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην.
15 θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
15 θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ
15 Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
15 πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
15 οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
15 ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο
15 εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
15 οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·
15 ὄχλος ἄθρως.
15 ὠθεῦνθʼ ὥσπερ ὕες.
15 θάρσει γύναι· ἐν καλῷ εἰμές.
15 κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης
15 ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.
15 φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ.
15 κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
15 Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
15 λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
15 πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι,
15 ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi