Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
15 πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
15 πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
15 ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.
15 εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
15 ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
15 ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ,
15 πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
15 χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
15 δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
15 οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
15 πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
15 ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος
15 αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
15 πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,
15 ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων·
15 ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
15 τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις
15 ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός.
15 οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά.
15 νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα·
15 ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
15 οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,
15 λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
15 στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς·
15 Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
15 ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
15 τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως,
15 οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων,
15 οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
15 οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi