1
Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,
1
εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον
1
τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα
1
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
1
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1
ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
1
ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
1
ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
1
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1
νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,
1
ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·
1
πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.
1
Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
1
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
1
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1
χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα
1
ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
1
ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
1
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
1
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
1
σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,
1
χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
1
πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
1
πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις
1
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.
1
ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει·
1
Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.