17
οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
17
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
17
οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
17
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
17
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
17
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
17
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
17
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
17
ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ
17
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
17
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
17
ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
17
ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
17
κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,
17
σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
17
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
17
ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
17
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
17
ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
17
πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
17
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—
17
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
17
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
17
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
17
Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε
17
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
17
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
17
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
17
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
17
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·