Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
17 ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων
17 νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς
17 παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,
17 φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
17 Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
17 Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
17 ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
17 ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
17 ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.
17 Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ
17 ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
17 Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
17 αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ
17 γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
17 πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
17 μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
17 λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·
17 ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
17 Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
17 οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
17 τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
17 τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
17 δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
17 τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
17 καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
17 καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.
17 Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
17 σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
17 καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
17 πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi