Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
17 καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
17 πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
17 χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
17 ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
17 τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
17 πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
17 οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
17 πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
17 οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
17 θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
17 τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
17 ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
17 ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
17 οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
17 οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
17 μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
17 ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
17 αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
17 πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
17 πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.
17 οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
17 ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
17 ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
17 Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
17 ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
17 ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
17 τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα,
17 ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,
17 ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος·
17 μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi