Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
18 παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
18 κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
18 ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
18 ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
18 μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
18 Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
18 οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα.
18 ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
18 ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
18 χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
18 τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
18 τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
18 Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
18 πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
18 ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
18 πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
18 ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·
18 ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
18 οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
18 οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
18 κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
18 οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
18 Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
18 ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
18 ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
18 ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
18 ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
18 πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
18 ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
18 πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi