Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
18 πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
18 πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
18 λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
18 γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
18 ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
18 χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
18 Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
18 εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
18 ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
18 ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
18 εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
18 καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
18 νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
18 ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
18 Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.

Κηριοκλέπτης

19 τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
19 κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
19 δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
19 καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
19 δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
19 θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
19 χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
19 ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.

Βουκολίσκος

20 Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
20 καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
20 βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
20 ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
20 μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi