1
ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
1
οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
Φαρμακεύτριαι
2
πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;
2
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
2
ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,
2
ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει,
2
οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές.
2
οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ
2
ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;
2
βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
2
αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
2
νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,
2
φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,
2
τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι
2
ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.
2
χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.
2
φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης
2
μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
2
Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2
ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε
2
Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
2
ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;
2
πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω.
2
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2
Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν
2
αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα
2
κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,
2
οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.
2
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.