Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
20 ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
20 Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
20 βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
20 λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
20 καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
20 ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
20 Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
20 ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
20 μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
20 μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.

ἁλιεῖς

21 Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
21 αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
21 ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
21 κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
21 αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
21 Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
21 στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
21 κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
21 κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
21 τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
21 ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
21 μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
21 νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
21 οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
21 οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,
21 πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε
21 οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν
21 θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
21 κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi