22
ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,
22
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
22
ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
22
εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
22
νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
22
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
22
ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
22
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
22
αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
22
ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
22
ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
22
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
22
ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
22
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
22
Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
22
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
22
Ἡ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
22
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
22
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
22
ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
22
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.
22
ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
22
εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
22
Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
22
ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
22
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
22
εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
22
ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
22
λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
22
ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι