Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
22 ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
22 σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
22 ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
22 εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
22 γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.
22 Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
22 οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
22 κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
22 ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
22 Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
22 οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
22 χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
22 ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
22 ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
22 ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·
22 ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες,
22 βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
22 αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
22 χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον
22 Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν,
22 σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς
22 ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν
22 ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
22 δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
22 χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
22 ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
22 ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς
22 παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
22 ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα
22 φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi