Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
22 ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
22 τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
22 ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
22 ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
22 μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
22 καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
22 Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
22 τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
22 δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε
22 ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,
22 γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.
22 ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
22 ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν,
22 ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
22 Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας·
22 δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις
22 ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
22 ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
22 τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
22 ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν
22 βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
22 ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.
22 ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
22 αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
22 οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
22 μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
22 πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις,
22 Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα,
22 Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·
22 ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi