Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
22 μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
22 τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε·
22 ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·
22 ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
22 καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
22 ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
22 ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.
22 ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα
22 πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.
22 σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν
22 πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
22 εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
22 νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
22 Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
22 χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
22 νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι
22 ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
22 ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
22 εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
22 νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
22 τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
22 εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
22 τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,
22 ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς,
22 σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
22 ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
22 Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
22 ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
22 ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
22 ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi