Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
22 δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
22 τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
22 τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
22 πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
22 Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
22 τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
22 τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
22 φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
22 σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
22 ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
22 κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
22 ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
22 Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω
22 χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς
22 Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
22 οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ
22 παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
22 ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
22 τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
22 μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·
22 ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
22 μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
22 οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
22 αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
22 χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
22 ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ
22 Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
22 Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
22 ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
22 ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi