Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
2 ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,
2 ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.
2 χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,
2 ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα
2 κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.
2 Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται.
2 ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται·
2 ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,
2 ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν
2 ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω·
2 εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,
2 τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ
2 ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι· τῷ δʼ ἐπὶ πᾶσαι
2 καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι.
2 ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι
2 μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,
2 ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω.
2 αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα
2 ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi