Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
22 Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·
22 ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
22 οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
22 τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.

ἐραστής

23 Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
23 τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
23 μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
23 κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
23 χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
23 πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
23 οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
23 χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
23 οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
23 οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
23 οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
23 χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
23 τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
23 ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
23 ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
23 λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
23 ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
23 καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
23 Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
23 λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
23 λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ
23 κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
23 ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
23 ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
23 ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi