Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
24 οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
24 δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
24 ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα
24 θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
24 συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
24 ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων
24 κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
24 πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
24 Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
24 ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα·
24 Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
24 παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
24 ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
24 Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
24 Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
24 καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
24 ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν,
24 αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
24 ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
24 ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.
24 τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως·
24 θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.
24 θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
24 ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
24 πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
24 χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
24 Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.
24 τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
24 ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
24 οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi