Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
25 ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
25 βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
25 αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
25 ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
25 ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
25 ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
25 κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
25 φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
25 ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
25 ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι
25 ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
25 οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
25 ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
25 καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
25 ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,
25 πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
25 δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
25 τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
25 ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
25 ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
25 βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
25 ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
25 αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
25 χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
25 τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
25 σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
25 κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
25 ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
25 μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
25 θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi