Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
25 ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
25 καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
25 θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
25 ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
25 τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
25 ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
25 αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
25 τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
25 ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
25 οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος,
25 πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.

Λῆναι ἢ Βάκχαι

26 Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
26 τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
26 χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
26 κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
26 ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
26 τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
26 ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
26 εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
26 ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
26 Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει,
26 σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
26 Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
26 σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
26 ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
26 μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
26 Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
26 πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
26 Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi