Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
26 Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
26 μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
26 ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας·
26 Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
26 λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
26 αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
26 ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
26 ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
26 οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
26 φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
26 εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι·
26 αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
26 ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
26 εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
26 χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
26 Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
26 χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
26 Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
26 αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
26 οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.

Οαριστύς

27 τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
27 μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα.
27 μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
27 ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
27 τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
27 πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.
27 καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
27 μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.
27 ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi