Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
27 ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται.
27 δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
27 οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.
27 δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς.
27 τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει.
27 φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα.
27 χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
27 μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.
27 βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
27 μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω.
27 οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
27 φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις.
27 δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
27 πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει.
27 εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω.
27 καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
27 οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
27 ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
27 μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες;
27 ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης.
27 ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
27 ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
27 ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
27 καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
27 πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις.
27 ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
27 οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.
27 τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
27 τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
27 πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi