2
ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
2
ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα
2
ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
2
ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.
2
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2
χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
2
εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
2
πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
2
τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
2
τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
2
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2
κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
2
κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
2
ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
2
εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
2
ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
2
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
2
πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
2
ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
2
οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
2
κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
2
ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
2
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2
καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
2
ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
2
ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
2
πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
2
ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
2
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2
ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,