Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
29 οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
29 κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
29 ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
29 καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
29 ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
29 ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
29 αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
29 ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
29 νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν
29 βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
29 τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις
29 προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.

Παιδικά

30 Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
30 τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
30 μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε
30 τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
30 καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,
30 τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία·
30 ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων
30 αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
30 ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο,
30 εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
30 πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν·
30 τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
30 λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
30 ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
30 πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
30 καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι
30 ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi