Thesauros Edebiyat bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
8 Νικίᾳ, ὅς μιν ἐπʼ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
8 καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,
8 Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
8 μισθόν· ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.

A. Pal. vii. 660

9 ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·
9 χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
9 καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς
9 πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

A. Pal. vi. 338

10 Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις
10 τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,
10 μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δʼ ἐπὶ τῇδε
10 αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

A. Pal. vii. 661

11 Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,
11 δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
11 εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα·
11 χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
11 πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς
11 καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.

A. Pal. vi. 339

12 Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε
12 καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,
12 μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκην
12 ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

A. Pal. vi. 340

13 Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
13 οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
13 οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi