Thesauros Edebiyat bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
24 κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
24 καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
24 ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
24 οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
24 νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴ
24 ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
24 σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
24 γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
24 ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
24 κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
24 μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
24 ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινεν
24 Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
24 μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
24 δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
24 πευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφω
24 κήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.
24 ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαρ
24 γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
24 ὅστις ἀριθμήσειεν………
24 ……ἐφʼ ἡμετέροις ἀχέεσσι
24 θάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
24 καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν
24 ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
24 ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
24 καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,
24 οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
24 ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
24 ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
24 ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi