Thesauros Edebiyat bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

A. Pal. vi. 336

1 τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
1 ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,
1 ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
1 δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
1 βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,
1 τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

A. Pal. vi. 177

2 Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
2 βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
2 τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
2 νεβρίδα, τὰν πήραν, ᾇ ποκʼ ἐμαλοφόρει.

A. Pal. ix. 338

3 εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
3 ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.
3 ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
3 κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,
3 ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
3 φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.

A. Pal. ix. 437

4 τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
4 σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
4 τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
4 παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
4 σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ
4 ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
4 δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
4 ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
4 ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
4 κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
1 / 10 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi