Thesauros Edebiyat bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi