Thesauros Edebiyat bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi