Thesauros Edebiyat bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi