Thesauros Edebiyat bucolic Fragmenta

Fragmenta

Fragmenta Moschus
4 Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ,
4 τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ
4 ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς.
4 ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθός, ἁ δὲ θάλασσα
4 κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ,
4 ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ’ ἅλα φεύγω,
4 γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα,
4 ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος, ἁ πίτυς ᾅδει.
4 ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,
4 καὶ πόνος ἐστὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα.
4 αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,
4 καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν,
4 ἃ τέρπει ψοφέοισα τὸν ἀγρικόν, οὐχὶ ταράσσει.
5 Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχὼ
5 σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ.
5 ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ,
5 καὶ Λύδα Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβᾷ.
5 ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
5 τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει.
5 ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
5 στέργετε τὼς φιλέοντας, ἵν’ ἢν φιλέητε φιλῆσθε.
6 Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
6 ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
6 ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,
6 καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν
6 νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,
6 ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.
6 κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκων
6 καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.

ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ

1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi