Thesauros Edebiyat bucolic Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος Bion of Phlossa near Smyrna
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi