urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.