Thesauros Edebiyat bucolic Fragmenta

Fragmenta

Fragmenta Bion of Phlossa near Smyrna

III. ΚΛΕΟΔΑΜΟΣ ΚΑΙ ΜΥΡΣΩΝ

3 Εἴαρος ὦ Μύρσων ἢ χείματος ἢ φθινοπώρω
3 ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν;
3 ἢ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες;
3 ἢ γλυκερὸν φθινόπωρον, ὅτ’ ἀνδράσι λιμὸς ἐλαφρά;
3 ἢ καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶ
3 θαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ·
3 ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπέ, τί τοι φρήν
3 αἱρεῖται; λαλέειν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἄμμιν.
3 κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι·
3 πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι
3 ἐξερέω Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.
3 οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ’ ἅλιος ὀπτῇ.
3 οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει.
3 οὖλον χεῖμα φέρειν· νιφετὸν κρυμώς τε φοβεῦμαι.
3 εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,
3 ἁνίκα μήτε κρύος μήθ’ ἅλιος ἄμμε βαρύνει.
3 εἴαρι πάντα κύει, πάντ’ εἴαρος ἁδέα βλαστεῖ,
3 χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς

IV.

4 Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι
4 ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα
4 ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,
4 χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,
4 τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων
4 τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.
4 χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,
4 τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,
4 ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,
4 καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi