Thesauros Edebiyat Komedya Ἀχαρνῆς

Ἀχαρνῆς

Ἀχαρνῆς Aristophanes

Parodos

[Lyric-Scene]
οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
Δικαιόπολις
Εὐριπίδη, Εὐριπίδιον,
 
ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί· 405
 
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
Εὐριπίδης
ἀλλʼ οὐ σχολή.
Δικαιόπολις
ἀλλʼ ἐκκυκλήθητʼ.
Εὐριπίδης
ἀλλʼ ἀδύνατον.
Δικαιόπολις
ἀλλʼ ὅμως.
Εὐριπίδης
ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
Δικαιόπολις
Εὐριπίδη, 410
Εὐριπίδης
τί λέλακας; 410
Δικαιόπολις
ἀναβάδην ποιεῖς, 410
 
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
 
ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
 
ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
 
ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
 
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. 415
 
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
 
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Εὐριπίδης
τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
 
ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
Δικαιόπολις
οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου. 420
Εὐριπίδης
τὰ τοῦ τυφλοῦ Φοίνικος;
Δικαιόπολις
οὐ Φοίνικος, οὔ·
 
ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
Εὐριπίδης
ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
 
ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
Δικαιόπολις
οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. 425
Εὐριπίδης
ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
 
ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
← Önceki Parodos · 7 / 36 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi