Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Parodos

[Parabasis]
τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
Χορός
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
 
τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
 
νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, 575
 
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει
 
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
 
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
 
ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
 
μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις. 580
 
Ὦ πολιοῦχε Παλλάς, ὦ
 
τῆς ἱερωτάτης ἁπασῶν
 
πολέμῳ τε καὶ ποιηταῖς
 
δυνάμει θʼ ὑπερφερούσης
 
μεδέουσα χώρας, 585
 
δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
 
ἐν στρατιαῖς τε καὶ μάχαις
 
ἡμετέραν ξυνεργὸν
 
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
 
τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει. 590
 
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
 
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
 
τέχνῃ πορίσαι σε νίκην
 
εἴπερ ποτὲ καὶ νῦν.
 
ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι. 595
 
ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
 
ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
 
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
 
ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
 
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· 600
 
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
← Önceki Parodos · 10 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi