Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Parodos

[Agon]
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
Ἀλλαντοπώλης
ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
 
ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, 805
 
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
 
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
 
εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
 
ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλέων
οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν 810
 
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
 
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Ἀλλαντοπώλης
ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
 
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
 
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, 815
 
ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
 
σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
 
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
 
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
Κλέων
οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου, 820
 
ὁτιή σε φιλῶ;
Δῆμος
παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
 
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
Ἀλλαντοπώλης
μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
 
ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
 
τῶν εὐθυνῶν ἐκκαυλίζων 825
 
καταβροχθίζει, κἀμφοῖν χειροῖν
 
μυστιλᾶται τῶν δημοσίων.
Κλέων
οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
 
αἱρήσω γʼὼ τρεῖς μυριάδας.
Ἀλλαντοπώλης
τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, 830
 
μιαρώτατος ὢν περὶ τὸν δῆμον
← Önceki Parodos · 18 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi