Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Parodos

[Agon 2]
τοῦ χρώματος τοῦ παρεστηκότος.
Χορός
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, 400
 
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
 
ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
 
δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
 
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
 
ᾄσαιμι γὰρ τότʼ ἂν μόνον, 405
 
πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
[Agon]
τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
Χορός
ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Κλέων
οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
 
ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. 410
Ἀλλαντοπώλης
ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
 
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
 
ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
 
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλέων
ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν 415
 
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Ἀλλαντοπώλης
καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
 
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
 
σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
 
οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. 420
Χορός
ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
 
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης
καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
 
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
 
ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· 425
 
οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
Χορός
εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
 
ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
← Önceki Parodos · 4 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi