Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Lyric-Scene]
ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
Σωκράτης
ποίαν τινά;
Στρεψιάδης
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
 
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
 
ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
Σωκράτης
τὴν ὕαλον λέγεις;
Στρεψιάδης
ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, 770
 
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, 770
 
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
 
τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
Σωκράτης
σοφῶς γε νὴ τὰς Χάριτας.
Στρεψιάδης
οἴμʼ ὡς ἥδομαι
 
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
Σωκράτης
ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. 775
Στρεψιάδης
τὸ τί; 775
Σωκράτης
ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην
 
μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
Στρεψιάδης
φαυλότατα καὶ ῥᾷστʼ.
Σωκράτης
εἰπὲ δή.
Στρεψιάδης
καὶ δὴ λέγω.
 
εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
 
πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων. 780
Σωκράτης
οὐδὲν λέγεις.
Στρεψιάδης
νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ
 
οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
Σωκράτης
ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.
Στρεψιάδης
ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
Σωκράτης
ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς· 785
 
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
Στρεψιάδης
φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
← Önceki Parodos · 19 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi