Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Agon]
αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
Ἄδικος Λόγος
σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,
 
ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
 
καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά; 1045
Δίκαιος Λόγος
ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
Ἄδικος Λόγος
ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.
 
καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον
 
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
Δίκαιος Λόγος
ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω. 1050
Ἄδικος Λόγος
ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;
 
καίτοι τίς ἀνδρειότερος ἦν;
Δίκαιος Λόγος
ταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα,
 
ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντων
 
πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.
Ἄδικος Λόγος
εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ. 1055
 
εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίει
 
τὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
 
ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
 
οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
 
καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω. 1060
 
ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδη
 
ἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών.
Δίκαιος Λόγος
πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
Ἄδικος Λόγος
μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
 
Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ 1065
 
εἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.
Δίκαιος Λόγος
καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
Ἄδικος Λόγος
κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴς
 
οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·
 
γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος. 1070
← Önceki Parodos · 29 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi