Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Choral]
ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα. 520
Φιλοκλέων
πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
Βδελυκλέων
καὶ μὴν ἐγώ.
 
ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλέων
καὶ ξίφος γέ μοι δότε.
 
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλέων
εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
Φιλοκλέων
μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος. 525
[Agon]
νῦν δὴ τὸν ἐκ θἠμετέρου
Χορός
γυμνασίου δεῖ τι λέγειν
 
καινόν, ὅπως φανήσει —
Βδελυκλέων
ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
 
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ; 530
Χορός
μὴ κατὰ τὸν νεανίαν
 
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
 
σοι μέγας ἐστὶν ἁγὼν
 
καὶ περὶ τῶν ἁπάντων,
 
εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός 535
 
σʼ ἐθέλει κρατῆσαι.
Βδελυκλέων
καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
Φιλοκλέων
τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορός
οὐκέτι πρεσβυτῶν ὄχλος 540
 
χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
 
σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
 
θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
 
κελύφη. 545
 
ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
 
τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
Φιλοκλέων
καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
 
τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
← Önceki Parodos · 10 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi