Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Parabasis]
εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον,
Χορός
ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος,
 
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
 
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, 1075
 
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
 
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
 
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος,
 
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
 
ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια. 1080
 
εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
 
ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
 
στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων·
 
ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
 
ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν. 1085
 
γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·
 
εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
 
οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·
 
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
 
μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον. 1090
 
ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι,
 
καὶ κατεστρεψάμην
 
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
 
οὐ γὰρ ἦν ἡμῖν ὅπως
 
ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ 1095
 
συκοφαντήσειν τινὰ
 
φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ
 
ἄριστος. τοιγαροῦν πολλὰς
 
πόλεις Μήδων ἑλόντες
 
αἰτιώτατοι φέρεσθαι
 
τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν 1100
← Önceki Parodos · 30 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi